Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.100 Dem. 19.102 (English) >>Dem. 19.110

19.101ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.

19.102ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς. 19.103ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ λέγοντά τι τοῦτον ἑόρακεν;[ERROR: no link note:]



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.100 Dem. 19.102 (English) >>Dem. 19.110

Powered by PhiloLogic